| [00:00.000] |
作曲 : Ozseb Aron Toth |
| [00:08.542] |
Μναμοσύνας τόδε ἱερόν, ἐπεὶ ἂμ μέλληισι θανεῖσθαι. |
| [00:23.999] |
Εἶς Ἀίδαο δόμους εὐήρεας, ἔστ’ ἐπὶ δεξιὰ κρήνα, |
| [00:35.318] |
πὰρ δ’ αὐτὰν ἑστακυῖα λευκὰ κυπάρισσος. |
| [00:48.899] |
ἐνθα κατερχόμεναι ψυχαὶ νεκύων ψύχονται. |
| [00:57.342] |
Ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις. |
| [01:10.514] |
Πρόσθεν δὲ εὑρήσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας |
| [01:21.018] |
ψυχρὸν ὕδωρ προρέον. φύλακες δ’ ἐπύπερθεν ἔασι, |
| [01:33.582] |
Τοὶ δέ σε εἰρήσονται ἐνὶ φρασὶ πευκαλίμαισι |
| [01:41.772] |
ὅττι δὲ ἐξερέεις Ἄϊδος σκότος ἠερόεντος. |
| [01:52.400] |
εἶπον «ὑὸς Βαρέας καὶ Οὐρανοῦ ἀστερόεντος, |
| [02:01.768] |
δίψαι δ’ εἰμ’ αὖος καὶ ἀπόλλυμαι, ἀλλὰ δότ’ ὦκα |
| [02:09.385] |
ψυχρὸν ὕδωρ πιέναι τῆς Μνημοσύνης ἀπὸ λίμνης.» |
| [02:21.131] |
καὶ δή τοι ἐλεοῦσιν ὑπὸ χθονίωι βασλῆι, |
| [02:31.116] |
καὶ δή τοι δώσουσι πιὲν τᾶς Μναμοσύνας ἀπὸ λίμνας |
| [02:42.351] |
καὶ δὴ καὶ σὺ πιὼν ὁδὸν ἔρχεαι ἅν τε καὶ ἄλλοι |
| [02:50.012] |
μύσται καὶ βάχχοι ἱερὰν στείχουσι κλεινοί. |